tag:blogger.com,1999:blog-8558726763277546140.post873806864819867135..comments2023-06-19T06:18:24.484+03:00Comments on Τα πάντα για το σχολείο (Γυμνάσιο - Λύκειο): SOS θέματα για πανελλαδικές εξετάσεις στα Αρχαία ΕλληνικάUnknownnoreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-8558726763277546140.post-2563909412957516052013-11-14T14:39:37.402+02:002013-11-14T14:39:37.402+02:00ἔνθα δὴ προσέρχεται Ξενοφῶντι τῶν πελταστῶν ἀνὴρ Ἀ...ἔνθα δὴ προσέρχεται Ξενοφῶντι τῶν πελταστῶν ἀνὴρ Ἀθήνησι φάσκων δεδουλευκέναι, λέγων ὅτι γιγνώσκοι τὴν φωνὴν τῶν ἀνθρώπων. καὶ οἶμαι, ἔφη, ἐμὴν ταύτην πατρίδα εἶναι· καὶ εἰ μή τι κωλύει, ἐθέλω αὐτοῖς διαλεχθῆναι. [4.8.5]

--ἀλλ᾽ οὐδὲν κωλύει, ἔφη, ἀλλὰ διαλέγου καὶ μάθε πρῶτον τίνες εἰσίν. οἱ δ᾽ εἶπον ἐρωτήσαντος ὅτι Μάκρωνες.

--ἐρώτα τοίνυν, ἔφη, αὐτοὺς τί ἀντιτετάχαται καὶ χρῄζουσιν ἡμῖν πολέμιοι εἶναι. [4.8.6] οἱ δ᾽ ἀπεκρίναντο

--ὅτι καὶ ὑμεῖς ἐπὶ τὴν ἡμετέραν χώραν ἔρχεσθε. λέγειν ἐκέλευον οἱ στρατηγοὶ ὅτι οὐ κακῶς γε ποιήσοντες, ἀλλὰ βασιλεῖ πολεμήσαντες ἀπερχόμεθα εἰς τὴν Ἑλλάδα, καὶ ἐπὶ θάλατταν βουλόμεθα ἀφικέσθαι. [4.8.7] ἠρώτων ἐκεῖνοι εἰ δοῖεν ἂν τούτων τὰ πιστά. οἱ δ᾽ ἔφασαν καὶ δοῦναι καὶ λαβεῖν ἐθέλειν. ἐντεῦθεν διδόασιν οἱ Μάκρωνες βαρβαρικὴν λόγχην τοῖς Ἕλλησιν, οἱ δὲ Ἕλληνες ἐκείνοις Ἑλληνικήν· ταῦτα γὰρ ἔφασαν πιστὰ εἶναι· θεοὺς δ᾽ ἐπεμαρτύραντο ἀμφότεροι. ξερει κανεις τν μετάφραση??
Anonymousnoreply@blogger.com